Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.90 Joseph. BJ 2.97 (English) >>Joseph. BJ 2.102

2.94εἰ ἄξιον ἑαυτὸν παράσχοι, τὸ δὲ λοιπὸν ἥμισυ διελὼν εἰς δύο τετραρχίας δυσὶν ἑτέροις παισὶν Ἡρώδου δίδωσιν, τὴν μὲν Φιλίππῳ, τὴν δὲ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον ἀμφισβητοῦντι περὶ τῆς βασιλείας. 2.95ἐγένετο δὲ ὑπὸ τούτῳ μὲν τε Περαία καὶ Γαλιλαία, πρόσοδος διακόσια τάλαντα, Βατανέα δὲ καὶ Τράχων Αὐρανῖτίς τε καὶ μέρη τινὰ τοῦ Ζήνωνος οἴκου τὰ περὶ ἰννάνω, πρόσοδον ἔχοντα ταλάντων ἑκατόν, ὑπὸ Φιλίππῳ τέτακτο. 2.96τῆς Ἀρχελάου δʼ ἐθναρχίας Ἰδουμαία τε καὶ Ἰουδαία πᾶσα καὶ Σαμαρεῖτις ἦν κεκουφισμένη τετάρτῳ μέρει τῶν φόρων εἰς τιμὴν τοῦ μὴ μετὰ τῶν ἄλλων ἀποστῆναι. 2.97πόλεις δʼ ὑπηκόους παρέλαβεν Στράτωνος πύργον καὶ Σεβαστὴν καὶ Ἰόππην καὶ Ἱεροσόλυμα· τὰς γὰρ Ἑλληνίδας Γάζαν καὶ Γάδαρα καὶ Ἵππον ἀποτεμόμενος τῆς βασιλείας προσέθηκεν Συρίᾳ. πρόσοδος ἦν τῆς Ἀρχελάῳ δοθείσης χώρας τετρακοσίων ταλάντων. 2.98Σαλώμη δὲ πρὸς οἷς βασιλεὺς ἐν ταῖς διαθήκαις κατέλιπεν Ἰαμνείας τε καὶ Ἀζώτου καὶ Φασαηλίδος ἀποδείκνυται δεσπότις, χαρίζεται δʼ αὐτῇ Καῖσαρ καὶ τὰ ἐν Ἀσκάλωνι βασίλεια· συνήγετο δʼ ἐκ πάντων ἑξήκοντα προσόδου τάλαντα· τὸν δὲ οἶκον αὐτῆς ὑπὸ τὴν Ἀρχελάου τοπαρχίαν ἔταξεν. 2.99τῆς δʼ ἄλλης Ἡρώδου γενεᾶς ἕκαστος τὸ καταλειφθὲν ἐν ταῖς διαθήκαις ἐκομίζετο. δυσὶ δʼ αὐτοῦ θυγατράσι παρθένοις Καῖσαρ ἔξωθεν χαρίζεται πεντήκοντα μυριάδας ἀργυρίου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρα παισίν.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.90 Joseph. BJ 2.97 (English) >>Joseph. BJ 2.102

Powered by PhiloLogic